τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα. Χορός μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς. Προμηθεύς πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα. Χορός καὶ νῦν φλογωπὸν πῦρ πῦρ ] σπέρμ᾽ Weil ἔχουσ᾽ ἐφήμεροι; Προμηθεύς ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. Χορός τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν Προμηθεύς αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν. Χορός οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον; Πρ. Χο. add. Welcker: choro continuant codd. Προμηθεύς οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.