ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα. Χορός σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ μόχθοις: ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην ἠλγύνθην recc.: ἀλγύνθην M κέαρ. Προμηθεύς καὶ μὴν φίλοις <γ᾽> γ᾽ add. Wecklein ἐλεινὸς ἐλεινὸς Porson: ἐλεεινὸς codd. εἰσορᾶν ἐγώ. Χορός μή πού τι προύβης τῶνδε καὶ περαιτέρω; Προμηθεύς θνητοὺς θνητοὺς recc.: θνητούς τ᾽ M ἔπαυσα μὴ προδέρκεσθαι μόρον. Χορός τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;