πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν: θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς ἀλλὰ νηλεῶς Elmsley: ἀλλ᾽ ἀνηλεῶς codd. ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα. Χορός σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ μόχθοις: ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην ἠλγύνθην recc.: ἀλγύνθην M κέαρ. Προμηθεύς καὶ μὴν φίλοις <γ᾽> γ᾽ add. Wecklein ἐλεινὸς ἐλεινὸς Porson: ἐλεεινὸς codd. εἰσορᾶν ἐγώ. Χορός μή πού τι προύβης τῶνδε καὶ περαιτέρω; Προμηθεύς θνητοὺς θνητοὺς recc.: θνητούς τ᾽ M ἔπαυσα μὴ προδέρκεσθαι μόρον. Χορός τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου; Προμηθεύς τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα. Χορός μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς. Προμηθεύς πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα. Χορός καὶ νῦν φλογωπὸν πῦρ πῦρ ] σπέρμ᾽ Weil ἔχουσ᾽ ἐφήμεροι; Προμηθεύς ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. Χορός τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν Προμηθεύς αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν. Χορός οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον; Πρ. Χο. add. Welcker: choro continuant codd. Προμηθεύς οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ. Χορός δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά. Προμηθεύς ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς πράσσοντ᾽: τὸν κακῶς πράσσοντ᾽ Stanley: τοὺς κ. πράσσοντας codd. ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην. ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι: θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.