οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον. καὶ τοισίδ᾽ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ. ἐγὼ δ᾽ ἐτόλμησ᾽: δ᾽ ἐτόλμησ᾽ rec.: δὲ τόλμησ᾽ M: δὲ τόλμης vel δὲ τολμῆς recc. ἐξελυσάμην βροτοὺς τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν: θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς ἀλλὰ νηλεῶς Elmsley: ἀλλ᾽ ἀνηλεῶς codd.