κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἀντημείψατο. ἀντημείψατο recc.: ἐξημείψατο M ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον