ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν: ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις, καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, τὸ μέλλον ᾗ κραίνοιτο κρανοῖτο Elmsley προυτεθεσπίκει, ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν χρείη, χρείη Dawes: χρὴ: ἢ M ( χρεῖ᾽ ἦ in margine m 1 ): χρὴ ἢ recc. δόλῳ δὲ δὲ omissum in M supplevit m 1 τοὺς ὑπερσχόντας ὑπερσχόντας Proson: ὑπερέχοντας codd. κρατεῖν. τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. κράτιστα δή μοι τῶν παρεστώτων τότε ἐφαίνετ᾽ εἶναι προσλαβόντα προσλαβόντα recc.: προσλαβόντι M μητέρα ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἀντημείψατο. ἀντημείψατο recc.: ἐξημείψατο M ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον. καὶ τοισίδ᾽ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ. ἐγὼ δ᾽ ἐτόλμησ᾽: δ᾽ ἐτόλμησ᾽ rec.: δὲ τόλμησ᾽ M: δὲ τόλμης vel δὲ τολμῆς recc. ἐξελυσάμην βροτοὺς τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,