τὸ δίκαιον ἔχων Ζεύς: ἀλλ᾽ ἔμπας [ὀίω] ὀίω (in M ex ἰὼ factum) eiecit Brunck μαλακογνώμων ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ: ῥαισθῇ recc. plerique: ῥωσθῇ ( ω in litura) M τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα σπεύδων σπεύδοντί ποθ᾽ ἥξει. Χορός πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον, ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι, οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται: