σὺ μὲν θρασύς τε καὶ πικραῖς δύαισιν οὐδὲν ἐπιχαλᾷς, ἄγαν δ᾽ ἐλευθεροστομεῖς. ἐμὰς δὲ φρένας ἐρέθισε ἐρέθισε Turnebus: ἠρέθισε codd. διάτορος φόβος: δέδια δ᾽ δ᾽ Proson: γὰρ codd. ἀμφὶ σαῖς τύχαις, πᾷ πᾷ Turnebus: ὕπᾳ M: ὅπα recc. ποτε τῶνδε πόνων χρή σε τέρμα κέλσαντ᾽ ἐσιδεῖν: ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ ἀπαράμυθον ἀπαράμυθον recc. aliquot: οὐ παράμυθον M, recc. cett. ἔχει Κρόνου παῖς. Προμηθεύς οἶδ᾽ ὅτι τραχὺς καὶ καὶ recc.: τε καὶ M recc. plerique παρ᾽ ἑαυτῷ τὸ δίκαιον ἔχων Ζεύς: ἀλλ᾽ ἔμπας [ὀίω] ὀίω (in M ex ἰὼ factum) eiecit Brunck μαλακογνώμων ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ: ῥαισθῇ recc. plerique: ῥωσθῇ ( ω in litura) M τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα σπεύδων σπεύδοντί ποθ᾽ ἥξει. Χορός πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον, ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι, οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται: δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ. Προμηθεύς ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν, ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, οὐκ ἠδυνήθην: αἱμύλας δὲ μηχανὰς ἀτιμάσαντες καρτεροῖς φρονήμασιν