νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως ἀθέτως ex Hesych. Bentley: ἀθέσμως codd. κρατύνει, τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ. Προμηθεύς εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ θ᾽ Turnebus, Ἅιδου Blomfield: τ᾽ ἀίδου codd. Ἅιδου τοῦ νεκροδέγμονος εἰς ἀπέραντον Τάρταρον ἧκεν, δεσμοῖς ἀλύτοις ἀγρίως ἀγρίως recc.: ἀγρίοις M πελάσας, ὡς μήτε ὡς μήτε Turnebus: ὡς μήποτε codd. θεὸς μήτε τις ἄλλος τοῖσδ᾽ ἐπεγήθει. νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας ἐχθροῖς ἐπίχαρτα πέπονθα. Χορός τίς ὧδε τλησικάρδιος θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ; τίς οὐ ξυνασχαλᾷ κακοῖς τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ αἰεὶ M θέμενος ἄγναμπτον νόον δάμναται οὐρανίαν γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν. Προμηθεύς ἦ μὴν ἔτ᾽ ἐμοῦ, ἔτ᾽ ἐμοῦ recc.: ἔτ᾽ ἀπ᾽ ἐμοῦ M καίπερ κρατεραῖς ἐν γυιοπέδαις γυιοπέδαις recc.: γυοπέδαις M αἰκιζομένου, χρείαν ἕξει μακάρων πρύτανις, δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὑφ᾽ ex ἀφ᾽ factum M ὅτου σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται. καί μ᾽ οὔτε οὔτε Porson: οὔτι recc.: οὔτοι M μελιγλώσσοις πειθοῦς ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽ οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ ποινάς τε τίνειν τε τίνειν Porson: τέ μοι τίνειν M τῆσδ᾽ τῆσδ᾽ recc.: τῆς M αἰκίας ἐθελήσῃ.