δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν, διὰ τὴν λίαν φιλότητα βροτῶν. φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς πτερύγων ῥιπαῖς ὑποσυρίζει. πᾶν μοι φοβερὸν τὸ προσέρπον. Χορός μηδὲν φοβηθῇς: φιλία γὰρ ἅδε ἅδε Hermann: ἥδε codd. τάξις πτερύγων θοαῖς ἁμίλλαις προσέβα τόνδε πάγον, πατρῴας μόγις παρειποῦσα φρένας. κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι: κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν θεμερῶπιν M: θερμερῶπιν ( ρ adscripto verae lectioni) m 1 recc. αἰδῶ: σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ. Προμηθεύς αἰαῖ αἰαῖ, αἲ ter M τῆς πολυτέκνου Τηθύος ἔκγονα, τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες πατρὸς Ὠκεανοῦ, δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ, προσπορπατὸς προσπορπατὸς adscripsit m 1 : πρὸς πατρὸς M τῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροις φρουρὰν ἄζηλον ὀχήσω. Χορός λεύσσω, Προμηθεῦ: φοβερὰ φοβερὰ ] δνοφερὰ Hirschig δ᾽ ἐμοῖσιν ὄσσοις ὁμίχλα προσῇξε πλήρης δακρύων σὸν δέμας εἰσιδοῦσαν εἰσιδοῦσαν Hermann: εἰσίδουσα M: εἰσιδοῦσιν recc. aliquot πέτραις προσαυαινόμενον ταῖσδ᾽ ταῖσδ᾽ Victorius: ταῖς codd. ἀδαμαντοδέτοισι Turnebus: ἀδαμαντοδέτοις M recc. ἀδαμαντοδέτοισι λύμαις: νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου: