κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως εἰς ἀπέραντον δίκτυον ἄτης ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας. Προμηθεύς καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ χθὼν σεσάλευται. βρυχία δ᾽ ἠχὼ παραμυκᾶται βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν εἱλίσσουσι: εἱλίσσουσι Turnebus: ἑλίσσουσιν M σκιρτᾷ δ᾽ ἀνέμων πνεύματα πάντων εἰς ἄλληλα στάσιν ἀντίπνουν ἀποδεικνύμενα: ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ. τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν τεύχουσα φόβον στείχει φανερῶς. ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων αἰθὴρ κοινὸν φάος εἱλίσσων, εἱλίσσων Turnebus: ἑλίσσων codd. ἐσορᾷς μ᾽ ὡς ἔκδικα πάσχω.