μετά ποι ποι rec.: που M χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσῃ βροντῆς μύκημ᾽ ἀτέραμνον. Χορός ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽ ὅ τι καὶ πείσεις: οὐ γὰρ δή που τοῦτό γε τλητὸν παρέσυρας ἔπος. πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν; μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω: τοὺς προδότας γὰρ μισεῖν ἔμαθον, κοὐκ ἔστι νόσος τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον. Ἑρμῆς ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ ἁγὼ Porson: ἅ τ᾽ ἐγὼ codd. plerique προλέγω μηδὲ πρὸς ἄτης θηραθεῖσαι μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽ ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον πῆμ᾽ εἰσέβαλεν: μὴ δῆτ᾽, αὐταὶ δ᾽ ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ