αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ συγχώσειεν τῶν τ᾽ οὐρανίων ἄστρων διόδους: εἴς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις: πάντως ἐμέ γ᾽ οὐ θανατώσει. Ἑρμῆς τοιάδε μέντοι τῶν φρενοπλήκτων βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι. τί γὰρ ἐλλείπει μὴ <οὐ> οὐ add. Wecklein παραπαίειν ἡ τοῦδ᾽ εὐχή; ἡ τοῦδ᾽ εὐχή Winckelmann: ἦ τοῦδ᾽ εὐτυχῆ M τί χαλᾷ μανιῶν; ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ γ᾽ αἱ Turnebus: γε codd. πημοσύναις συγκάμνουσαι ταῖς τοῦδε τόπων μετά ποι ποι rec.: που M χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσῃ βροντῆς μύκημ᾽ ἀτέραμνον. Χορός ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽ ὅ τι καὶ πείσεις: οὐ γὰρ δή που τοῦτό γε τλητὸν παρέσυρας ἔπος. πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν; μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω: τοὺς προδότας γὰρ μισεῖν ἔμαθον, κοὐκ ἔστι νόσος τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον. Ἑρμῆς ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ ἁγὼ Porson: ἅ τ᾽ ἐγὼ codd. plerique προλέγω μηδὲ πρὸς ἄτης θηραθεῖσαι μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽ ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον πῆμ᾽ εἰσέβαλεν: μὴ δῆτ᾽, αὐταὶ δ᾽ ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ