πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω ἐπ᾽ ἐμοὶ ῥιπτέσθω recc.: ἐπί μοι ῥιπτείσθω M μὲν πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽ ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽ ἀγρίων ἀνέμων: χθόνα δ᾽ ἐκ πυθμένων αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ συγχώσειεν τῶν τ᾽ οὐρανίων ἄστρων διόδους: εἴς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις: πάντως ἐμέ γ᾽ οὐ θανατώσει. Ἑρμῆς τοιάδε μέντοι τῶν φρενοπλήκτων βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι. τί γὰρ ἐλλείπει μὴ <οὐ> οὐ add. Wecklein παραπαίειν ἡ τοῦδ᾽ εὐχή; ἡ τοῦδ᾽ εὐχή Winckelmann: ἦ τοῦδ᾽ εὐτυχῆ M τί χαλᾷ μανιῶν; ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ γ᾽ αἱ Turnebus: γε codd. πημοσύναις συγκάμνουσαι ταῖς τοῦδε τόπων