τοιοῦδε μόχθου τέρμα μή τι τι rec.: τοι M προσδόκα, πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη. πρὸς ταῦτα βούλευ᾽: ὡς ὅδ᾽ οὐ πεπλασμένος ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος: fort. ἐτήτυμος Hartung ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν εὐβουλίας ἀμείνον᾽ ἄμεινον mutatum in ἀμείνον᾽ M ἡγήσῃ ποτέ. Χορός ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται λέγειν: ἄνωγε γάρ σε τὴν αὐθαδίαν μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν. πιθοῦ: πιθοῦ recc.: πείθου M σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν. Προμηθεύς εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.