φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου ἄψορρον ἥξεις εἰς φάος: Διὸς δέ σοι σοι rec.: τοι codd. cett. πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως διαρταμήσει σώματος μέγα ῥάκος, ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινάσεται. ἐκθοινάσεται Nauck: ἐκθοινήσεται codd. τοιοῦδε μόχθου τέρμα μή τι τι rec.: τοι M προσδόκα, πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη. πρὸς ταῦτα βούλευ᾽: ὡς ὅδ᾽ οὐ πεπλασμένος ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος: fort. ἐτήτυμος Hartung ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν εὐβουλίας ἀμείνον᾽ ἄμεινον mutatum in ἀμείνον᾽ M ἡγήσῃ ποτέ. Χορός ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται λέγειν: ἄνωγε γάρ σε τὴν αὐθαδίαν μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν. πιθοῦ: πιθοῦ recc.: πείθου M σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν. Προμηθεύς εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές. πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω ἐπ᾽ ἐμοὶ ῥιπτέσθω recc.: ἐπί μοι ῥιπτείσθω M μὲν πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽ ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽ ἀγρίων ἀνέμων: χθόνα δ᾽ ἐκ πυθμένων