ἐμαῖς: δακὼν δὲ στόμιον ὡς νεοζυγὴς πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει. ἀτὰρ σφοδρύνει γ᾽ ἀσθενεῖ σοφίσματι. αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει. σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις, οἷός σε χειμὼν καὶ κακῶν τρικυμία ἔπεισ᾽ ἄφυκτος: ἄφυκτος recc.: ἀφύκτως M, ος suprascr. m 1 πρῶτα μὲν γὰρ ὀκρίδα φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου ἄψορρον ἥξεις εἰς φάος: Διὸς δέ σοι σοι rec.: τοι codd. cett. πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως διαρταμήσει σώματος μέγα ῥάκος, ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινάσεται. ἐκθοινάσεται Nauck: ἐκθοινήσεται codd.