ἔλιπες ἔλιπες; ὢ ὢ ὢ δᾴων. Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις. Ξέρξης ἰὼ ἰὼ δῆτα ἴυγγʼ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκεις κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων. βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ. Χορός καὶ μὴν ἄλλους γε ποθοῦμεν, Μάρδων ἀνδρῶν μυριοταγὸν Ξάνθιν ἄρειόν τʼ Ἀγχάρην, Δίαιξίν τʼ ἠδʼ Ἀρσάκην ἱππιάνακτας, Κηγδαδάταν καὶ Λυθίμναν Τόλμον τʼ αἰχμᾶς ἀκόρεστον. ἔταφον ἔταφον,