ἢ Λίλαιος εὐπάτωρ, Μέμφις, Θάρυβις, καὶ Μασίστρας, Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας; τάδε σʼ ἐπανερόμαν. Ξέρξης ἰὼ ἰώ μοί μοι τὰς ὠγυγίους κατιδόντες στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ, ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ. Χορός ἦ καὶ τὸν Περσᾶν αὐτοῦ τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν μυρία μυρία πεμπαστὰν Βατανώχου παῖδʼ Ἄλπιστον τοῦ Σησάμα τοῦ Μεγαβάτα, Πάρθον τε μέγαν τʼ Οἰβάρην ἔλιπες ἔλιπες; ὢ ὢ ὢ δᾴων. Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις. Ξέρξης ἰὼ ἰὼ δῆτα ἴυγγʼ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκεις κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων. βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ. Χορός καὶ μὴν ἄλλους γε ποθοῦμεν, Μάρδων ἀνδρῶν μυριοταγὸν Ξάνθιν ἄρειόν τʼ Ἀγχάρην, Δίαιξίν τʼ ἠδʼ Ἀρσάκην ἱππιάνακτας, Κηγδαδάταν καὶ Λυθίμναν Τόλμον τʼ αἰχμᾶς ἀκόρεστον. ἔταφον ἔταφον,