ἢ Λίλαιος εὐπάτωρ, Μέμφις, Θάρυβις, καὶ Μασίστρας, Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας; τάδε σʼ ἐπανερόμαν. Ξέρξης ἰὼ ἰώ μοί μοι τὰς ὠγυγίους κατιδόντες στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ, ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ. Χορός ἦ καὶ τὸν Περσᾶν αὐτοῦ τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν μυρία μυρία πεμπαστὰν Βατανώχου παῖδʼ Ἄλπιστον τοῦ Σησάμα τοῦ Μεγαβάτα, Πάρθον τε μέγαν τʼ Οἰβάρην