οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.— ποῦ δὲ φίλων ἄλλος ὄχλος, ποῦ δέ σοι παραστάται, οἷος ἦν Φαρανδάκης, Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ- γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼ Ἀγβάτανα λιπών; Ξέρξης ὀλοοὺς ἀπέλειπον Τυρίας ἐκ ναὸς ἔρροντας ἐπʼ ἀκταῖς Σαλαμινιάσι στυφελοῦ θείνοντας ἐπʼ ἀκτᾶς. Χορός οἰοιοῖ, βόα · ποῦ σοι Φαρνοῦχος Ἀριόμαρδός τʼ ἀγαθός, ποῦ δὲ Σευάλκης ἄναξ,