πολύδακρυν ἰαχάν. Ξέρξης ἵετʼ αἰανῆ καὶ πάνδυρτον δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ μετάτροπος ἐπʼ ἐμοί. Χορός ἥσω τοι τὰν πάνδυρτον, σὰ πάθη τε σέβων ἁλίτυπά τε βάρη, πόλεως γέννας πενθητῆρος· κλάγξω κλάγξω δὲ γόον ἀρίδακρυν. Ξέρξης Ἰάνων γὰρ ἀπηύρα, Ἰάνων ναύφρακτος Ἄρης ἑτεραλκὴς νυχίαν πλάκα κερσάμενος δυσδαίμονά τʼ ἀκτάν. Χορός οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.— ποῦ δὲ φίλων ἄλλος ὄχλος, ποῦ δέ σοι παραστάται, οἷος ἦν Φαρανδάκης, Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ- γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼ Ἀγβάτανα λιπών; Ξέρξης ὀλοοὺς ἀπέλειπον Τυρίας ἐκ ναὸς ἔρροντας ἐπʼ ἀκταῖς Σαλαμινιάσι στυφελοῦ θείνοντας ἐπʼ ἀκτᾶς. Χορός οἰοιοῖ, βόα · ποῦ σοι Φαρνοῦχος Ἀριόμαρδός τʼ ἀγαθός, ποῦ δὲ Σευάλκης ἄναξ,