πολύδακρυν ἰαχάν. Ξέρξης ἵετʼ αἰανῆ καὶ πάνδυρτον δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ μετάτροπος ἐπʼ ἐμοί. Χορός ἥσω τοι τὰν πάνδυρτον, σὰ πάθη τε σέβων ἁλίτυπά τε βάρη, πόλεως γέννας πενθητῆρος· κλάγξω κλάγξω δὲ γόον ἀρίδακρυν. Ξέρξης Ἰάνων γὰρ ἀπηύρα, Ἰάνων ναύφρακτος Ἄρης ἑτεραλκὴς νυχίαν πλάκα κερσάμενος δυσδαίμονά τʼ ἀκτάν.