πολλοὶ φῶτες, χώρας ἄνθος, τοξοδάμαντες, πάνυ ταρφύς τις μυριὰς ἀνδρῶν, ἐξέφθινται. αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς. Ἀσία δὲ χθών, βασιλεῦ γαίας, αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται. Ξέρξης ὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸς μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ κακὸν ἄρʼ ἐγενόμαν. Χορός πρόσφθογγόν σοι νόστου τὰν κακοφάτιδα βοάν, κακομέλετον ἰὰν Μαριανδυνοῦ θρηνητῆρος πέμψω πέμψω,