τῆσδε κυρήσας ἀτεκμαρτοτάτης, ὡς ὠμοφρόνως δαίμων ἐνέβη Περσῶν γενεᾷ· τί πάθω τλήμων; λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη τήνδʼ ἡλικίαν ἐσιδόντʼ ἀστῶν. εἴθʼ ὄφελεν, Ζεῦ, κἀμὲ μετʼ ἀνδρῶν τῶν οἰχομένων θανάτου κατὰ μοῖρα καλύψαι. Χορός ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς καὶ περσονόμου τιμῆς μεγάλης, κόσμου τʼ ἀνδρῶν, οὓς νῦν δαίμων ἐπέκειρεν. γᾶ δʼ αἰάζει τὰν ἐγγαίαν ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου σάκτορι Περσᾶν. ᾁδοβάται γὰρ πολλοὶ φῶτες, χώρας ἄνθος, τοξοδάμαντες, πάνυ ταρφύς τις μυριὰς ἀνδρῶν, ἐξέφθινται. αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς. Ἀσία δὲ χθών, βασιλεῦ γαίας, αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται. Ξέρξης ὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸς μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ κακὸν ἄρʼ ἐγενόμαν. Χορός πρόσφθογγόν σοι νόστου τὰν κακοφάτιδα βοάν, κακομέλετον ἰὰν Μαριανδυνοῦ θρηνητῆρος πέμψω πέμψω,