ἀπρόσοιστος γὰρ ὁ Περσᾶν στρατὸς ἀλκίφρων τε λαός. Χορός θεόθεν γὰρ κατὰ Μοῖρʼ ἐκράτησεν τὸ παλαι- όν, ἐπέσκηψε δὲ Πέρσαις πολέμους πυργοδαΐκτους διέπειν ἱππιοχάρμας τε κλόνους πόλεών τʼ ἀναστάσεις. Χορός ἔμαθον δʼ εὐρυπόροι- ο θαλάσσας πολιαι- νομένας πνεύματι λάβρῳ ἐσορᾶν πόντιον ἄλσος, πίσυνοι λεπτοδόμοις πεί- σμασι λα- οπόροις τε μαχαναῖς. Χορός δολόμητιν δʼ ἀπάταν θεοῦ τίς ἀνὴρ θνατὸς ἀλύξει; τίς ὁ κραιπνῷ ποδὶ πήδη- μα τόδʼ εὐπετῶς ἀνᾴσσων; Χορός φιλόφρων γὰρ παρασαίνει βροτὸν εἰς ἄρκυας Ἄτα, τόθεν οὐκ ἔστιν ὕπερθέν νιν ἄνατον ἐξαλύξαι. Χορός ταῦτά μοι μελαγχίτων φρὴν ἀμύσσεται φόβῳ, ὀᾶ, Περσικοῦ στρατεύματος τοῦδε, μὴ πόλις πύθη- ται κένανδρον μέγʼ ἄστυ Σουσίδος, Χορός καὶ τὸ Κισσίων πόλισμʼ