καὶ στόμωμα Πόντου· Χορός νᾶσοί θʼ αἳ κατὰ πρῶνʼ ἅλιον περίκλυστοι τᾷδε γᾷ προσήμεναι οἵα Λέσβος ἐλαι- όφυτός τε Σάμος, Χίος ἠδὲ Πάρος, Νάξος, Μύκο- νος, Τήνῳ τε συνάπτουσʼ Ἀνδρος ἀγχιγείτων, Χορός καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους, Λῆμνον, Ἰκάρου θʼ ἕδος, καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πόλεις, Πάφον, ἠδὲ Σόλους, Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδʼ αἰτία στεναγμῶν. Χορός καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάνδρους Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν. ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων παμμίκτων τʼ ἐπικούρων. νῦν δʼ οὐκ ἀμφιλόγως θεότρεπτα τάδʼ αὖ φέρομεν πολέμοισι δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν. Ξέρξης ἰώ, δύστηνος ἐγὼ στυγερᾶς μοίρας