πάντʼ ἐπηύθυνε, νόστοι δʼ ἐκ πολέμων ἀπόνους ἀπαθεῖς ἀνέρας εὖ πράσσοντας ἆγον οἴκους. Χορός ὅσσας δʼ εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποταμοῖο, οὐδʼ ἀφʼ ἑστίας συθείς, οἷαι Στρυμονίου πελά- γους Ἀχελωίδες εἰσὶ πάροικοι Θρῃκίων ἐπαύλων, Χορός λίμνας τʼ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι πύργον τοῦδʼ ἄνακτος ἄιον, Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προποντίς,