ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰ ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει, ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδί μου πειράσομαι. οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν. Χορός ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο- λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν, εὖθʼ ὁ γηραιὸς πανταρκὴς ἀκάκας ἄμαχος βασιλεὺς ἰσόθεος Δαρεῖος ἆρχε χώρας. Χορός πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε- φαινόμεθʼ, ἠδὲ νομίσματα πύργινα πάντʼ ἐπηύθυνε, νόστοι δʼ ἐκ πολέμων ἀπόνους ἀπαθεῖς ἀνέρας εὖ πράσσοντας ἆγον οἴκους. Χορός ὅσσας δʼ εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποταμοῖο, οὐδʼ ἀφʼ ἑστίας συθείς, οἷαι Στρυμονίου πελά- γους Ἀχελωίδες εἰσὶ πάροικοι Θρῃκίων ἐπαύλων, Χορός λίμνας τʼ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι πύργον τοῦδʼ ἄνακτος ἄιον, Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προποντίς,