ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰ ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει, ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδί μου πειράσομαι. οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν. Χορός ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο- λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν, εὖθʼ ὁ γηραιὸς πανταρκὴς ἀκάκας ἄμαχος βασιλεὺς ἰσόθεος Δαρεῖος ἆρχε χώρας. Χορός πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε- φαινόμεθʼ, ἠδὲ νομίσματα πύργινα