<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="iambics"><sp><l n="815">κρηνὶς ἀπέσβηκʼ  ἀλλʼ ἔτʼ   ἐκπιδύεται.</l><l n="816">τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς</l><l n="817">πρὸς γῇ  Πλαταιῶν Δωρίδος λόγχης ὕπο·</l><l n="818">θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ  γονῇ</l><l n="819">ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν</l><l n="820">ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.</l><l n="821">ὕβρις γὰρ ἐξανθοῦσʼ  ἐκάρπωσεν στάχυν</l><l n="822">ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ  θέρος.</l><l n="823"><milestone ed="P" unit="para"/>τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια</l><l n="824">μέμνησθʼ Ἀθηνῶν  Ἑλλάδος τε, μηδέ τις</l><l n="825">ὑπερφρονήσας τὸν παρόντα  δαίμονα</l><l n="826">ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.</l><l n="827">Ζεύς τοι  κολαστὴς τῶν ὑπερκόμπων ἄγαν</l><l n="828">φρονημάτων ἔπεστιν, εὔθυνος  βαρύς.</l><l n="829">πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,</l><l n="830">πινύσκετʼ εὐλόγοισι νουθετήμασιν,</l><l n="831">λῆξαι θεοβλαβοῦνθʼ  ὑπερκόμπῳ θράσει.</l><l n="832">σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,</l><l n="833">ἐλθοῦσʼ ἐς  οἴκους κόσμον ὅστις εὐπρεπὴς</l><l n="834">λαβοῦσʼ ὑπαντίαζε παιδί.   πάντα γὰρ</l><l n="835">κακῶν ὑπʼ ἄλγους λακίδες  ἀμφὶ σώματι</l><l n="836">στημορραγοῦσι ποικίλων ἐσθημάτων.</l><l n="837">ἀλλʼ αὐτὸν εὐφρόνως σὺ  πράυνον λόγοις·</l><l n="838">μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.</l><l n="839">ἐγὼ δʼ ἄπειμι  γῆς ὑπὸ ζόφον κάτω.</l><l n="840">ὑμεῖς δέ, πρέσβεις,  χαίρετʼ, ἐν κακοῖς ὅμως</l><l n="841">ψυχῇ διδόντες ἡδονὴν καθʼ  ἡμέραν,</l><l n="842">ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν  ὠφελεῖ.</l></sp><milestone n="843" unit="card"/><sp><speaker>Χορός</speaker><l n="843">ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτι</l><l n="844">ἤλγησʼ  ἀκούσας βαρβάροισι πήματα.</l></sp></div></div></div></body></text></TEI>