κρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται. τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο· θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυν ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος. τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις ὑπερφρονήσας τὸν παρόντα δαίμονα ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν. Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,