<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="iambics"><sp><l n="800">παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι  θεῶν</l><l n="801">χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα</l><l n="802">βλέψαντα· συμβαίνει γὰρ  οὐ τὰ μέν, τὰ δʼ οὔ.</l><l n="803">κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον  στρατοῦ</l><l n="804">λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.</l><l n="805">μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς</l><l n="806">ἄρδει, φίλον πίασμα  Βοιωτῶν χθονί·</l><l n="807">οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει  παθεῖν,</l><l n="808">ὕβρεως ἄποινα κἀθέων φρονημάτων·</l><l n="809">οἳ γῆν μολόντες  Ἑλλάδʼ οὐ θεῶν βρέτη</l><l n="810">ᾐδοῦντο συλᾶν οὐδὲ  πιμπράναι νεώς·</l><l n="811">βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ  ἱδρύματα</l><l n="812">πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.</l><l n="813">τοιγὰρ κακῶς  δράσαντες οὐκ ἐλάσσονα</l><l n="814">πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω  κακῶν</l></sp></div></div></div></body></text></TEI>