ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν, οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα. Χορός τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς; Δαρεῖος εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον, μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν. αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει. Χορός πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ; Δαρεῖος κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν. Χορός ἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. Δαρεῖος ἀλλʼ οὐδʼ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις στρατὸς κυρήσει νοστίμου σωτηρίας. Χορός πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο; Δαρεῖος παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ. κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος. μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί· οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν, ὕβρεως ἄποινα κἀθέων φρονημάτων· οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτη ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς· βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματα πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν