Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ. θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ. Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν. πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις, ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος. ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης. κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον, κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ· ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει. Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ, κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς· εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,