<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="trochees"><sp><l n="755">πλοῦτον ἐκτήσω ξὺν  αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο</l><l n="756">ἔνδον αἰχμάζειν, πατρῷον δʼ  ὄλβον οὐδὲν αὐξάνειν.</l><l n="757">τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις  κλύων κακῶν</l><l n="758">τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.</l></sp></div><milestone n="759" unit="card"/><div type="textpart" subtype="iambics"><sp><speaker>Δαρεῖος</speaker><l n="759">τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον</l><l n="760">μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω</l><l n="761">τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν  πεσόν,</l><l n="762">ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν,</l><l n="763">ἕνʼ  ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου</l><l n="764">ταγεῖν, ἔχοντα σκῆπτρον  εὐθυντήριον.</l><l n="765">Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·</l><l n="766">ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον  ἤνυσεν·</l><l n="767">φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.</l><l n="768">τρίτος δʼ  ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,</l><l n="769">ἄρξας ἔθηκε πᾶσιν  εἰρήνην φίλοις·</l><l n="770">Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν  ἐκτήσατο,</l><l n="771">Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.</l><l n="772">θεὸς γὰρ οὐκ ἤχθηρεν,  ὡς εὔφρων ἔφυ.</l><l n="773">Κύρου δὲ παῖς τέταρτος ηὔθυνε  στρατόν.</l><l n="774">πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ</l><l n="775">θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ</l><l n="776">Ἀρταφρένης  ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,</l><l n="777">ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν  χρέος.</l><l n="778"><del>ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης.</del></l><l n="779">κἀγὼ πάλου τʼ  ἔκυρσα τοῦπερ ἤθελον,</l><l n="780">κἀπεστράτευσα πολλὰ  σὺν πολλῷ  στρατῷ·</l><l n="781">ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.</l><l n="782">Ξέρξης  δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,</l><l n="783">κοὐ μνημονεύει τὰς  ἐμὰς ἐπιστολάς·</l><l n="784">εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,</l></sp></div></div></div></body></text></TEI>