πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο ἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν. τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα. Δαρεῖος τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν, ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν, ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον. Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ· ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν· φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν. τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ, ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·