<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="trochees"><sp><l n="740">Ζεὺς ἀπέσκηψεν  τελευτὴν θεσφάτων· ἐγὼ δέ που</l><l n="741">διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν  ἐκτελευτήσειν θεούς·</l><l n="742">ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς  συνάπτεται.</l><l n="743">νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι  φίλοις.</l><l n="744">παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·</l><l n="745">ὅστις Ἑλλήσποντον ἱρὸν  δοῦλον ὣς δεσμώμασιν</l><l n="746">ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον  ῥόον θεοῦ·</l><l n="747">καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις  σφυρηλάτοις</l><l n="748">περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,</l><l n="749">θνητὸς ὢν  θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,</l><l n="750">καὶ  Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶν</l><l n="751">εἶχε παῖδʼ ἐμόν; δέδοικα  μὴ πολὺς πλούτου πόνος</l><l n="752">οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="753">ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν  διδάσκεται</l><l n="754">θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν  μέγαν τέκνοις</l></sp></div></div></div></body></text></TEI>