<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="trochees"><sp><l n="725">φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν  καλῶς.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="726">ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν  κακόν.</l></sp><sp><speaker>Δαρεῖος</speaker><l n="727">καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ  ἐπιστενάζετε;</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="728">ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε  στρατόν.</l></sp><sp><speaker>Δαρεῖος</speaker><l n="729">ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται  δορί;</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="730">πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν  στένει.</l></sp><sp><speaker>Δαρεῖος</speaker><l n="731">ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας  στρατοῦ.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="732">Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις  γέρων.</l></sp><sp><speaker>Δαρεῖος</speaker><l n="733">ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων  ἀπώλεσεν.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="734">μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν  μέτα—</l></sp><sp><speaker>Δαρεῖος</speaker><l n="735">πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="736">ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.</l></sp><sp><speaker>Δαρεῖος</speaker><l n="737">καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ  ἐτήτυμον;</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="738">ναί·  λόγος  κρατεῖ  σαφηνὴς  τοῦτό  γʼ,  οὐδʼ    ἔνι  στάσις.</l></sp><milestone n="739" unit="card"/><sp><speaker>Δαρεῖος</speaker><l n="739">φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸν</l><l n="740">Ζεὺς ἀπέσκηψεν  τελευτὴν θεσφάτων· ἐγὼ δέ που</l><l n="741">διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν  ἐκτελευτήσειν θεούς·</l><l n="742">ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς  συνάπτεται.</l><l n="743">νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι  φίλοις.</l><l n="744">παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·</l><l n="745">ὅστις Ἑλλήσποντον ἱρὸν  δοῦλον ὣς δεσμώμασιν</l><l n="746">ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον  ῥόον θεοῦ·</l><l n="747">καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις  σφυρηλάτοις</l><l n="748">περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,</l><l n="749">θνητὸς ὢν  θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,</l><l n="750">καὶ  Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶν</l><l n="751">εἶχε παῖδʼ ἐμόν; δέδοικα  μὴ πολὺς πλούτου πόνος</l><l n="752">οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="753">ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν  διδάσκεται</l><l n="754">θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν  μέγαν τέκνοις</l></sp></div></div></div></body></text></TEI>