φάλαρον πιφαύσκων. βάσκε πάτερ ἄκακε Δαριάν, οἶ. Χορός ὅπως αἰανῆ κλύῃς νέα τʼ ἄχη, δέσποτα δεσπότου φάνηθι. Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται· νεολαία γὰρ ἤδη κατὰ πᾶσʼ ὄλωλεν. βάσκε πάτερ ἄκακε Δαριάν, οἶ. Χορός αἰαῖ αἰαῖ· ὦ πολύκλαυτε φίλοισι θανών, τί τάδε δυνάτα δυνάτα περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια; πᾶσαι γᾷ τᾷδʼ ἐξέφθινται τρίσκαλμοι νᾶες ἄναες ἄναες. Εἴδωλον Δαρείου ὦ πιστὰ πιστῶν ἥλικές θʼ ἥβης ἐμῆς Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον; στένει, κέκοπται, καὶ χαράσσεται πέδον. λεύσσων δʼ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην. ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφου καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις οἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον, ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι. ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ ἥκω. τάχυνε δʼ ὡς ἄμεμπτος ὦ χρόνου. τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν· Χορός σέβομαι μὲν προσιδέσθαι,