μόνος ἂν θνητῶν πέρας εἴποι. Χορός ἦ ῥʼ ἀίει μου μακαρίτας ἰσοδαίμων βασιλεὺς βάρβαρʼ ἀσαφηνῆ ἱέντος τὰ παναίολʼ αἰ- ανῆ δύσθροα βάγματʼ, ἢ παντάλανʼ ἄχη διαβοάσω; νέρθεν ἆρα κλύει μου; Χορός ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι χθονίων ἁγεμόνες δαίμονα μεγαυχῆ ἰόντʼ αἰνέσατʼ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν· πέμπετε δʼ ἄνω οἷον οὔπω Περσὶς αἶʼ ἐκάλυψεν. Χορός ἦ φίλος ἁνήρ, φίλος ὄχθος· φίλα γὰρ κέκευθεν ἤθη. Ἀιδωνεὺς δʼ ἀναπομ- πὸς ἀνείης, Ἀιδωνεύς, θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ. Χορός οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυ πολεμοφθόροισιν ἄταις, θεομήστωρ δʼ ἐκικλή- σκετο Πέρσαις, θεομήστωρ δʼ ἔσκεν,ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ. Χορός βαλήν, ἀρχαῖος βαλήν, ἴθι, ἱκοῦ· ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου, κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, βασιλείου τιάρας