οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις θρέψασα πόθῳ στένεται μαλερῷ, τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸν τείνοντα χρόνον τρομέονται. Χορός πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη βασίλειος στρατὸς εἰς ἀν- τίπορον γείτονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθ- μὸν ἀμείψας Ἀθαμαντίδος Ἕλλας, πολύγομφον ὅδισμα ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου. Χορός πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων ἐπὶ πᾶσαν χθόνα ποιμα- νόριον θεῖον ἐλαύνει διχόθεν, πεζονόμον τʼ ἔκ τε θαλάσσας, ἐχυροῖσι πεποιθὼς στυφελοῖς ἐφέταις, χρυ- σογόνου γενεᾶς ἰσόθεος φώς. Χορός κυάνεον δʼ ὄμμασι λεύσσων φονίου δέργμα δράκοντος, πολύχειρ καὶ πολυναύτας, Σύριόν θʼ ἅρμα διώκων, ἐπάγει δουρικλύτοις ἀν- δράσι τοξόδαμνον Ἄρη. Χορός δόκιμος δʼ οὔτις ὑποστὰς μεγάλῳ ῥεύματι φωτῶν ἐχυροῖς ἕρκεσιν εἴργειν ἄμαχον κῦμα θαλάσσας·