τὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην. ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν, βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος· τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας. τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτων χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς φέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια, βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα, τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι, λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα, ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε· τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα, ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα, ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς. Χορός βασίλεια γύναι, πρέσβος Πέρσαις, σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς, ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθα φθιμένων πομποὺς εὔφρονας εἶναι κατὰ γαίας. ἀλλά, χθόνιοι δαίμονες ἁγνοί, Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων, πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς· εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,