ζου, βαρὺ δʼ ἀμβόασον οὐράνιʼ ἄχη, ὀᾶ· τεῖνε δὲ δυσβάυκτον βοᾶτιν τάλαιναν αὐδάν. Χορός γναπτόμενοι δὲ δίνᾳ, φεῦ, σκύλλονται πρὸς ἀναύδων, ἠέ, παίδων τᾶς ἀμιάντου, ὀᾶ. πενθεῖ δʼ ἄνδρα δόμος στερη- θείς τοκέες τʼ ἄπαιδες δαιμόνιʼ ἄχη, ὀᾶ, δυρόμενοι γέροντες τὸ πᾶν δὴ κλύουσιν ἄλγος. Χορός τοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴν οὐκέτι περσονομοῦνται, οὐδʼ ἔτι δασμοφοροῦσιν δεσποσύνοισιν ἀνάγκαις, οὐδʼ ἐς γᾶν προπίτνοντες ἅζονται· βασιλεία γὰρ διόλωλεν ἰσχύς. Χορός οὐδʼ ἔτι γλῶσσα βροτοῖσιν ἐν φυλακαῖς· λέλυται γὰρ λαὸς ἐλεύθερα βάζειν, ὡς ἐλύθη ζυγὸν ἀλκᾶς. αἱμαχθεῖσα δʼ ἄρουραν Αἴαντος περικλύστα νᾶσος ἔχει τὰ Περσᾶν. Ἄτοσσα φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ, ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ· ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι