ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, λέκτρων εὐνὰς ἁβροχίτωνας, χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, πενθοῦσι γόοις ἀκορεστοτάτοις. κἀγὼ δὲ μόρον τῶν οἰχομένων αἴρω δοκίμως πολυπενθῆ. Χορός νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖʼ Ἀσιὰς ἐκκενουμένα. Ξέρξης μὲν ἄγαγεν, ποποῖ, Ξέρξης δʼ ἀπώλεσεν, τοτοῖ, Ξέρξης δὲ πάντʼ ἐπέσπε δυσφρόνως βαρίδεσσι ποντίαις. τίπτε Δαρεῖος μὲν οὕ- τω τότʼ ἀβλαβὴς ἐπῆν τόξαρχος πολιήταις, Σουσίδαις φίλος ἄκτωρ; Χορός πεζούς τε γὰρ καὶ θαλασσίους λινόπτεροι κυανώπιδες νᾶες μὲν ἄγαγον, ποποῖ, νᾶες δʼ ἀπώλεσαν, τοτοῖ, νᾶες πανωλέθροισιν ἐμβολαῖς, αἵ τʼ Ἰαόνων χέρες. τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼ αὐτὸν εἰσακούομεν Θρῄκης ἂμ πεδιήρεις δυσχίμους τε κελεύθους. Χορός τοὶ δʼ ἄρα πρωτόμοιροι, φεῦ, λειφθέντες πρὸς ἀνάγκας, ἠέ, ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ, σύρονται · στένε καὶ δακνά-