<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="512">Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.</l><l n="513">ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγων</l><l n="514">κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.</l></sp><milestone n="515" unit="card"/><sp><speaker>Χορός</speaker><l n="515">ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς</l><l n="516">ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.</l></sp><sp><speaker>Ἄτοσσα</speaker><l n="517">οἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ·</l><l n="518">ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,</l><l n="519">ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.</l><l n="520">ὑμεῖς δὲ φαύλως αὔτʼ  ἄγαν ἐκρίνατε.</l><l n="521">ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτις</l><l n="522">ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·</l><l n="523">ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα</l><l n="524">ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—</l><l n="525">ἐπίσταμαι μὲν ὡς ἐπʼ  ἐξειργασμένοις,</l><l n="526">ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.</l><l n="527">ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοις</l><l n="528">πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·</l><l n="529">καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ,</l><l n="530">παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους,</l><l n="531">μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.</l></sp><milestone n="532" unit="card"/><div type="textpart" subtype="anapests"><sp><speaker>Χορός</speaker><l n="532">ὦ Ζεῦ βασιλεῦ, νῦν <add>γὰρ</add> Περσῶν</l><l n="533">τῶν  μεγαλαύχων καὶ πολυάνδρων</l><l n="534">στρατιὰν ὀλέσας</l><l n="535">ἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνων</l><l n="536">πένθει δνοφερῷ  κατέκρυψας·</l><l n="537">πολλαὶ δʼ ἀταλαῖς χερσὶ  καλύπτρας</l><l n="538">κατερεικόμεναι</l><l n="539">διαμυδαλέοις δάκρυσι κόλπους</l><l n="540">τέγγουσʼ, ἄλγους  μετέχουσαι.</l><l n="541">αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶν</l></sp></div></div></div></body></text></TEI>