Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός. ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγων κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός. Χορός ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει. Ἄτοσσα οἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ· ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων, ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά. ὑμεῖς δὲ φαύλως αὔτʼ ἄγαν ἐκρίνατε. ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτις ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω· ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,— ἐπίσταμαι μὲν ὡς ἐπʼ ἐξειργασμένοις, ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι. ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοις πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα· καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ, παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους, μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν. Χορός ὦ Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶν τῶν μεγαλαύχων καὶ πολυάνδρων στρατιὰν ὀλέσας ἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνων πένθει δνοφερῷ κατέκρυψας· πολλαὶ δʼ ἀταλαῖς χερσὶ καλύπτρας κατερεικόμεναι διαμυδαλέοις δάκρυσι κόλπους τέγγουσʼ, ἄλγους μετέχουσαι. αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶν