<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="482">στρατὸς δʼ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ</l><l n="483">διώλλυθʼ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος</l><l n="484">δίψῃ πονοῦντες, οἱ δʼ ὑπʼ ἄσθματος κενοὶ</l><l n="485">διεκπερῶμεν ἔς τε Φωκέων χθόνα</l><l n="486">καὶ Δωρίδʼ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ</l><l n="487">Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·</l><l n="488">κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον</l><l n="489">καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους</l><l n="490">βορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι ʼθάνον</l><l n="491">δίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε.</l><l n="492">Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων</l><l n="493">χώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξίου πόρον,</l><l n="494">Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος,</l><l n="495">Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ  ἐν ταύτῃ θεὸς</l><l n="496">χειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν</l><l n="497">ῥέεθρον ἁγνοῦ Στρυμόνος.  θεοὺς δέ τις</l><l n="498">τὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετο</l><l n="499">λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.</l><l n="500">ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο</l><l n="501">στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·</l><l n="502">χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ</l><l n="503">ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.</l><l n="504">φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος</l><l n="505">μέσον πόρον διῆκε, θερμαίνων φλογί.</l><l n="506">πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· ηὐτύχει δέ τοι</l><l n="507">ὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου.</l><l n="508">ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,</l><l n="509">Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,</l><l n="510">ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,</l><l n="511">ἐφʼ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν</l></sp></div></div></body></text></TEI>