<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="452">κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,</l><l n="453">φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων,</l><l n="454">κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς</l><l n="455">ναῶν ἔδωκε κῦδος  Ἕλλησιν μάχης,</l><l n="456">αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας</l><l n="457">ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ</l><l n="458">κυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖν</l><l n="459">ὅποι τράποιντο.  πολλὰ μὲν γὰρ ἐκ χερῶν</l><l n="460">πέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄπο</l><l n="461">θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν·</l><l n="462">τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου</l><l n="463">παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,</l><l n="464">ἕως ἁπάντων ἐξαπέφθειραν βίον.</l><l n="465">Ξέρξης δʼ  ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·</l><l n="466">ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,</l><l n="467">ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·</l><l n="468">ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,</l><l n="469">πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,</l><l n="470">ἵησʼ  ἀκόσμῳ ξὺν φυγῇ.  τοιάνδε σοι</l><l n="471">πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.</l></sp><milestone n="472" unit="card"/><sp><speaker>Ἄτοσσα</speaker><l n="472">ὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶν</l><l n="473">Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν</l><l n="474">κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν</l><l n="475">οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·</l><l n="476">ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν</l><l n="477">τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.</l><l n="478">σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,</l><l n="479">ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς;</l></sp><milestone n="480" unit="card"/><sp><speaker>Ἄγγελος</speaker><l n="480">ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην</l><l n="481">κατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·</l></sp></div></div></body></text></TEI>