κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν, φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων, κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ κυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖν ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν πέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄπο θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν· τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου παίουσι, κρεοκοποῦσι δυστήνων μέλη, ἕως ἁπάντων ἐξαπέφθειραν βίον. Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος· ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός· ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ, πεζῷ παραγγείλας ἄφαρ στρατεύματι, ἵησʼ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν. Ἄτοσσα ὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶν Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν· ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν. σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον, ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς; Ἄγγελος ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην κατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·